El periplo de Hannon
El periplo de Hannon ΤΩΝ ΥΠΕΡ ΤΑΣ ΗΡΑΚΛΕΟΥΣ ΣΤΗΛΑΣ ΛΙΒΥΚΩΝ ΤΗΣ ΓΗΣ ΜΕΡΩΝ,
ὃν καὶ ἀνέθηκεν ἐν τῷ τοῦ Κρόνου τεμένει, δηλοῦντα τάδε.
(1) Ἔδοξεν Καρχηδονίοις Ἄννωνα πλεῖν ἔξω στηλῶν Ἡρακλείων καὶ πόλεις κτίζειν Λιβυφοινίκων. Καὶ ἔπλευσεν πεντηκοντόρους ἑξήκοντα ἄγων καὶ πλῆθος ἀνδρῶν καὶ γυναικῶν εἰς ἀριθμὸν μυριάδων τριῶν καὶ σῖτα καὶ τὴν ἄλλην παρασκευήν.
(2) Ὡς δ’ ἀναχθέντες τὰς στήλας παρημείψαμεν καὶ ἔξω πλοῦν δυοῖν ἡμερῶν ἐπλεύσαμεν, ἐκτίσαμεν πρώτην πόλιν ἥντινα ὠνομάσαμεν Θυμιατήριον· πεδίον δ’ αὐτῇ μέγα ὑπῆν.
(3) Κἄπειτα πρὸς ἑσπέραν ἀναχθέντες ἐπὶ Σολόεντα Λιβυκὸν ἀκρωτήριον λάσιον δένδρεσι συνήλθομεν.
